Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 16.20 | Dem. 16.24 (English) | >>Dem. 16.26 |
16.22οὐ γὰρ ἔγωγʼ ἀδεὲς τοῦθʼ ὑπολαμβάνω τῇ πόλει , τὸ λαβεῖν Μεγάλην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους . ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν πολεμεῖν αἱρουμένους , ἀλλʼ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρότερον οὖσαν αὑτοῖς δύναμιν · ὧν δʼ , ὅτʼ ἐκείνην εἶχον , ὠρέγοντο , ταῦθʼ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ʼγὼ φοβοῖσθʼ ἂν εἰκότως .
ἡδέως δʼ ἂν πυθοίμην τῶν λεγόντων καὶ τοὺς Θηβαίους μισεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους , πότερʼ ἑκάτεροι μισοῦσιν , οὓς δὴ μισοῦσιν , ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος ὑμῖν , ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους , ὑπὲρ δὲ Θηβαίων Λακεδαιμονίους ἑκάτεροι . εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων , οὐδετέροις ὡς μαινομένοις πείθεσθαι προσήκει · εἰ δʼ ὑπὲρ ὑμῶν φήσουσι , τί πέρα τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν ;
16.24ἔστι γάρ , ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι , καὶ πολύ γε ῥᾷον · ὡς δʼ , ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν . ἴσμεν ἅπαντες τοῦθʼ ὅτι τὰ μὲν δίκαια πάντες , ἐὰν καὶ μὴ βούλωνται , μέχρι τού γʼ αἰσχύνονται μὴ πράττειν , τοῖς δʼ ἀδίκοις ἐναντιοῦνται φανερῶς , ἄλλως τε κἄν τινες βλάπτωνται · καὶ τοῦτο λυμαινόμενον πάνθʼ εὑρήσομεν , καὶ ταύτην ἀρχὴν οὖσαν πάντων τῶν κακῶν , τὸ μὴ ʼθέλειν τὰ δίκαια πράττειν ἁπλῶς .
16.23
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 16.20 | Dem. 16.24 (English) | >>Dem. 16.26 |